☰ Asteri
Δαίμονος ἐπιπόνου καὶ τύχης χαλεπῆς ἐφήμερον σπέρμα, τί μὲ βιάζεσθε λέγειν, ἃ ὑμῖν ἄρειον μὴ γνῶναι; μετʼ ἀγνοίας γὰρ τῶν οἰκείων κακῶν ἀλυπότατος ὁ βίος· ἀνθρώποις δὲ πάμπαν οὐκ ἔστι γενέσθαι τὸ πάντων ἄριστον οὐδὲ μετασχεῖν τῆς τοῦ βελτίστου φύσεως· ἄριστον γὰρ πᾶσι καὶ πάσαις τὸ μὴ γενέσθαι, τὸ μέντοι μετὰ τοῦτο καὶ τὸ πρῶτον τῶν ἀνθρώπῳ ἀνυστῶν τὸ γενομένους ἀποθανεῖν ὡς τάχιστα.
[Aristotle FR. 44 Rose: Midas and Silenus / Πλουτάρχου, Παραμυθητικός πρὸς Ἀπολλώνιον, 115 d]
[Aristotle FR. 44 Rose: Midas and Silenus / Πλουτάρχου, Παραμυθητικός πρὸς Ἀπολλώνιον, 115 d]